
χαίρετε, ὦ ἀκροαταί! Here is our latest episode, concluding a run of episodes on Epicurus. Here are the sections recited and discussed:
Ἀναλογιστέον δὲ ὡς τῶν ἐπιθυμιῶν αἱ μέν εἰσι φυσικαί, αἱ δὲ κεναί, καὶ τῶν φυσικῶν αἱ μὲν ἀναγκαῖαι, αἱ δὲ φυσικαὶ μόνον· τῶν δὲ ἀναγκαίων αἱ μὲν πρὸς εὐδαιμονίαν εἰσὶν ἀναγκαῖαι, αἱ δὲ πρὸς τὴν τοῦ σώματος ἀοχλησίαν, αἱ δὲ πρὸς αὐτὸ τὸ ζῆν.
τούτων γὰρ ἀπλανὴς θεωρία πᾶσαν αἵρεσιν καὶ φυγὴν ἐπανάγειν οἶδεν ἐπὶ τὴν τοῦ σώματος ὑγίειαν καὶ τὴν τῆς ψυχῆς ἀταραξίαν, ἐπεὶ τοῦτο τοῦ μακαρίως ζῆν ἐστι τέλος. τούτου γὰρ χάριν πάντα πράττομεν, ὅπως μήτε ἀλγῶμεν μήτε ταρβῶμεν. ὅταν δὲ ἅπαξ τοῦτο περὶ ἡμᾶς γένηται, λύεται πᾶς ὁ τῆς ψυχῆς χειμών, οὐκ ἔχοντος τοῦ ζῴου βαδίζειν ὡς πρὸς ἐνδέον τι καὶ ζητεῖν ἕτερον ᾧ τὸ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀγαθὸν συμπληρώσεται. τότε γὰρ ἡδονῆς χρείαν ἔχομεν, ὅταν ἐκ τοῦ μὴ παρεῖναι τὴν ἡδονὴν ἀλγῶμεν· ὅταν δὲ μὴ ἀλγῶμεν, οὐκέτι τῆς ἡδονῆς δεόμεθα. Καὶ διὰ τοῦτο τὴν ἡδονὴν ἀρχὴν καὶ τέλος λέγομεν εἶναι τοῦ μακαρίως ζῆν.
εὐωχεῖσθε τοῦ ἐπεισοδίου,
Leandros & Josep
P.S. Next time we are thinking of moving on to some Plato, so stay tuned for that!
Support the podcast and get access to episodes in advance as well as lots of extra bonus materials: https://www.patreon.com/Hellenizdein
Would you like to take AG classes with us? Check out our website for details: https://hellenicadidagmata.wordpress.com/
Follow us on “Twitter”: https://x.com/ancientgreekpod
Bluesky: https://bsky.app/profile/leighcobley.bsky.social
Join our Facebook group: https://www.facebook.com/groups/604916774052809
Follow us on Instagram: https://www.instagram.com/ancientgreekpodcast/
Send us an email: [email protected]
Weitere Episoden von „ἑλλήνισον! (An Ancient Greek Podcast)“



Verpasse keine Episode von “ἑλλήνισον! (An Ancient Greek Podcast)” und abonniere ihn in der kostenlosen GetPodcast App.








